Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.136 Joseph. BJ 6.144 (English) >>Joseph. BJ 6.150

6.141πλείους γοῦν ὑπὸ τῶν ἰδίων τῶν πολεμίων ἐτρώθησαν, ἕως ἡμέρας γενομένης ὄψει τὸ λοιπὸν μάχη διεκρίνετο, καὶ κατὰ φάλαγγα διαστάντες τοῖς τε βέλεσιν εὐτάκτοις ἐχρῶντο καὶ ταῖς ἀμύναις. 6.142οὐδέτεροι δὲ οὔτʼ εἶκον οὔτʼ ἐκοπίων, ἀλλʼ οἱ μὲν ὡς ἐφορῶντος Καίσαρος κατʼ ἄνδρα καὶ κατὰ συντάξεις ἤριζον ἀλλήλοις, καὶ προκοπῆς ἕκαστος ἐκείνην αὐτῷ τὴν ἡμέραν ἄρξειν ὑπελάμβανεν, εἰ γενναίως ἀγωνίσαιτο· 6.143Ἰουδαίοις δʼ ἐβράβευε τὰς τόλμας τε περὶ σφῶν αὐτῶν καὶ τοῦ ἱεροῦ φόβος καὶ τύραννος ἐφεστὼς καὶ τοὺς μὲν παρακαλῶν, τοὺς δὲ μαστιγῶν καὶ διεγείρων ἀπειλαῖς. 6.144συνέβαινε δὲ τὸ μὲν πλεῖστον σταδιαίαν εἶναι τὴν μάχην, ἐν ὀλίγῳ δὲ καὶ ταχέως ἀντιστρέφεσθαι τὰς ῥοπάς· οὐδέτεροι γὰρ οὔτε φυγῆς οὔτε διώξεως μῆκος εἶχον. 6.145ἀεὶ δὲ πρὸς τὸ συμβαῖνον οἰκεῖος ἀπὸ τῆς Ἀντωνίας θόρυβος ἦν, θαρρεῖν δὲ καὶ κρατοῦσι τοῖς σφετέροις ἐπεβόων καὶ μένειν τρεπομένοις. 6.146ἦν δὲ ὥσπερ τι πολέμου θέατρον· οὐδὲν γὰρ οὔτε Τίτον οὔτε τοὺς περὶ αὐτὸν ἐλάνθανε τῶν κατὰ τὴν μάχην. 6.147τὸ δὲ πέρας ἀρξάμενοι τῆς νυκτὸς ἐνάτης ὥρας ὑπὲρ πέμπτην τῆς ἡμέρας διελύθησαν ἀφʼ οὗπερ ἤρξαντο τόπου τῆς συμβολῆς, μηδέτεροι βεβαίως κλίναντες τοὺς ἑτέρους, ἀλλὰ τὴν νίκην μέσην ἐν ἀγχωμάλῳ καταλιπόντες.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.136 Joseph. BJ 6.144 (English) >>Joseph. BJ 6.150

Powered by PhiloLogic